Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.131 | Dem. 20.134 (English) | >>Dem. 20.137 |
20.133πῶς γὰρ οὐχὶ καὶ κατὰ τοῦτο δεινότατʼ ἂν πεπονθὼς ὁ Χαβρίας φανείη , εἰ μὴ μόνον ἐξαρκέσει τοῖς τὰ τοιαῦτα πολιτευομένοις τὸν ἐκείνου δοῦλον Λυκίδαν πρόξενον ὑμέτερον πεποιηκέναι , ἀλλʼ εἰ διὰ τοῦτον πάλιν καὶ τῶν ἐκείνῳ τι δοθέντων ἀφέλοιντο , καὶ ταῦτʼ αἰτίαν λέγοντες ψευδῆ ; οὐ γάρ ἐστιν οὔθʼ οὗτος οὔτʼ ἄλλος οὐδεὶς πρόξενος ὢν ἀτελής , ὅτῳ μὴ διαρρήδην ἀτέλειαν ἔδωκεν ὁ δῆμος . τούτοις δʼ οὐ δέδωκεν , οὐδʼ ἕξουσιν οὗτοι δεικνύναι , λόγῳ δʼ ἂν ἀναισχυντῶσιν , οὐχὶ καλῶς ποιήσουσιν .
ὃ τοίνυν μάλιστα πάντων οἶμαι δεῖν ὑμᾶς , ὦ ἄνδρες Ἀθηναῖοι , φυλάξασθαι , τοῦτʼ εἰπεῖν ἔτι βούλομαι . εἰ γάρ τις πάνθʼ ὅσα Λεπτίνης ἐρεῖ περὶ τοῦ νόμου διδάσκων ὑμᾶς ὡς καλῶς κεῖται , συγχωρήσειεν ἀληθῆ λέγειν αὐτόν , ἕν γʼ αἰσχρὸν οὐδʼ ἂν εἴ τι γένοιτʼ ἀναιρεθείη , ὃ συμβήσεται διὰ τοῦ νόμου κυρίου γενομένου τῇ πόλει . τί οὖν τοῦτʼ ἔστιν ;
20.135τὸ δοκεῖν ἐξηπατηκέναι τοὺς ἀγαθόν τι ποιήσαντας . ὅτι μὲν τοίνυν τοῦθʼ ἕν τι τῶν αἰσχρῶν ἐστιν πάντας ἂν ἡγοῦμαι φῆσαι , ὅσῳ δʼ ὑμῖν αἴσχιον τῶν ἄλλων , ἀκούσατέ μου . ἔστιν ὑμῖν νόμος ἀρχαῖος , τῶν καλῶς δοκούντων ἔχειν , ἄν τις ὑποσχόμενός τι τὸν δῆμον ἐξαπατήσῃ , κρίνειν , κἂν ἁλῷ , θανάτῳ ζημιοῦν . εἶτʼ οὐκ αἰσχύνεσθʼ , ὦ ἄνδρες Ἀθηναῖοι , εἰ ἐφʼ ᾧ τοῖς ἄλλοις θάνατον ζημίαν ἐτάξατε , τοῦτʼ αὐτοὶ ποιοῦντες φανήσεσθε ; καὶ μὴν πάντα μὲν εὐλαβεῖσθαι δεῖ ποιεῖν τὰ δοκοῦντα καὶ ὄντʼ αἰσχρά , μάλιστα δὲ ταῦτʼ ἐφʼ οἷς τοῖς ἄλλοις χαλεπῶς τις ἔχων ὁρᾶται · οὐδὲ γὰρ ἀμφισβήτησις καταλείπεται τὸ μὴ ταῦτα ποιεῖν ἃ πονήρʼ αὐτὸς ἔκρινεν εἶναι πρότερον .
20.134
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.131 | Dem. 20.134 (English) | >>Dem. 20.137 |